2 Corinthians 11

1Ὄφελον ἀνείχεσθέ μου μικρόν
 τι = WH Treg NA/NIV: || [omit] = RP
τι
 ἀφροσύνης = WH Treg NA/NIV: || τῇ ἀφροσύνῃ = RP
ἀφροσύνης· ἀλλὰ καὶ ἀνέχεσθέ μου.
2ζηλῶ γὰρ ὑμᾶς θεοῦ ζήλῳ, ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ· 3φοβοῦμαι δὲ μή πως, ὡς ὄφις
 ἐξηπάτησεν Εὕαν = WH Treg NA/NIV: || Εὕαν ἐξηπάτησεν = RP
ἐξηπάτησεν Εὕαν ⸃ ἐν τῇ πανουργίᾳ αὐτοῦ,
 φθαρῇ = WH Treg NA/NIV: || οὕτως φθαρῇ = RP
φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος
 καὶ τῆς ἁγνότητος = WH Treg NA/NIV: || [omit] = RP
καὶ τῆς ἁγνότητος ⸃ τῆς εἰς τὸν Χριστόν.
4εἰ μὲν γὰρ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει ὃν οὐκ ἐκηρύξαμεν, πνεῦμα ἕτερον λαμβάνετε οὐκ ἐλάβετε, εὐαγγέλιον ἕτερον οὐκ ἐδέξασθε, καλῶς
 ἀνέχεσθε = WH NA/NIV: || ἠνείχεσθε = RP; || ἀνείχεσθε = Treg
ἀνέχεσθε.
5λογίζομαι γὰρ μηδὲν ὑστερηκέναι τῶν ὑπερλίαν ἀποστόλων· 6εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ᾽ οὐ τῇ γνώσει, ἀλλ᾽ ἐν παντὶ
 φανερώσαντες = WH Treg NA/NIV: || φανερωθέντες = RP
φανερώσαντες ἐν πᾶσιν εἰς ὑμᾶς.

7 ἁμαρτίαν ἐποίησα ἐμαυτὸν ταπεινῶν ἵνα ὑμεῖς ὑψωθῆτε, ὅτι δωρεὰν τὸ τοῦ θεοῦ εὐαγγέλιον εὐηγγελισάμην ὑμῖν; 8ἄλλας ἐκκλησίας ἐσύλησα λαβὼν ὀψώνιον πρὸς τὴν ὑμῶν διακονίαν, 9καὶ παρὼν πρὸς ὑμᾶς καὶ ὑστερηθεὶς οὐ κατενάρκησα οὐθενός· τὸ γὰρ ὑστέρημά μου προσανεπλήρωσαν οἱ ἀδελφοὶ ἐλθόντες ἀπὸ Μακεδονίας· καὶ ἐν παντὶ ἀβαρῆ
 ἐμαυτὸν ὑμῖν = WH Treg NA/NIV: || ὑμῖν ἐμαυτὸν = RP
ἐμαυτὸν ὑμῖν ⸃ ἐτήρησα καὶ τηρήσω.
10ἔστιν ἀλήθεια Χριστοῦ ἐν ἐμοὶ ὅτι καύχησις αὕτη οὐ φραγήσεται εἰς ἐμὲ ἐν τοῖς κλίμασι τῆς Ἀχαΐας. 11διὰ τί; ὅτι οὐκ ἀγαπῶ ὑμᾶς; θεὸς οἶδεν.

12 δὲ ποιῶ καὶ ποιήσω, ἵνα ἐκκόψω τὴν ἀφορμὴν τῶν θελόντων ἀφορμήν, ἵνα ἐν καυχῶνται εὑρεθῶσιν καθὼς καὶ ἡμεῖς. 13οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ· 14καὶ οὐ
 θαῦμα = WH Treg NA/NIV: || θαυμαστόν = RP
θαῦμα, αὐτὸς γὰρ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός·
15οὐ μέγα οὖν εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης, ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν.

16Πάλιν λέγω, μή τίς με δόξῃ ἄφρονα εἶναι— εἰ δὲ μή γε, κἂν ὡς ἄφρονα δέξασθέ με, ἵνα κἀγὼ μικρόν τι καυχήσωμαι· 17 λαλῶ οὐ
 κατὰ κύριον λαλῶ = WH Treg NA/NIV: || λαλῶ κατὰ κύριον = RP
κατὰ κύριον λαλῶ ⸃, ἀλλ᾽ ὡς ἐν ἀφροσύνῃ, ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως.
18ἐπεὶ πολλοὶ καυχῶνται
 κατὰ = Treg NA/NIV: || κατὰ τὴν = WH RP
κατὰ σάρκα, κἀγὼ καυχήσομαι.
19ἡδέως γὰρ ἀνέχεσθε τῶν ἀφρόνων φρόνιμοι ὄντες· 20ἀνέχεσθε γὰρ εἴ τις ὑμᾶς καταδουλοῖ, εἴ τις κατεσθίει, εἴ τις λαμβάνει, εἴ τις ἐπαίρεται, εἴ τις
 εἰς πρόσωπον ὑμᾶς = WH Treg NA/NIV: || ὑμᾶς εἰς πρόσωπον = RP
εἰς πρόσωπον ὑμᾶς ⸃ δέρει.
21κατὰ ἀτιμίαν λέγω, ὡς ὅτι ἡμεῖς
 ἠσθενήκαμεν = WH Treg NA/NIV: || ἠσθενήσαμεν = RP
ἠσθενήκαμεν· ἐν δ᾽ ἄν τις τολμᾷ, ἐν ἀφροσύνῃ λέγω, τολμῶ κἀγώ.
22Ἑβραῖοί εἰσιν; κἀγώ. Ἰσραηλῖταί εἰσιν; κἀγώ. σπέρμα Ἀβραάμ εἰσιν; κἀγώ. 23διάκονοι Χριστοῦ εἰσιν; παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ· ἐν κόποις περισσοτέρως, ἐν
 φυλακαῖς περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως = WH Treg NA/NIV: || πληγαῖς ὑπερβαλλόντως, ἐν φυλακαῖς περισσοτέρως = RP
φυλακαῖς περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως ⸃, ἐν θανάτοις πολλάκις·
24ὑπὸ Ἰουδαίων πεντάκις τεσσεράκοντα παρὰ μίαν ἔλαβον, 25τρὶς ἐραβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα· 26ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις, 27
 κόπῳ = WH Treg NA/NIV: || ἐν κόπῳ = RP
κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν νηστείαις πολλάκις, ἐν ψύχει καὶ γυμνότητι·
28χωρὶς τῶν παρεκτὸς
 ἐπίστασίς = WH Treg NA/NIV: || ἐπισύστασίς = RP
ἐπίστασίς
 μοι = WH Treg NA/NIV: || μου = RP
μοι καθ᾽ ἡμέραν, μέριμνα πασῶν τῶν ἐκκλησιῶν.
29τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται καὶ οὐκ ἐγὼ πυροῦμαι;

30Εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου καυχήσομαι. 31 θεὸς καὶ πατὴρ τοῦ κυρίου
 Ἰησοῦ = WH Treg NA/NIV: || Ἰησοῦ Χριστοῦ = RP
Ἰησοῦ οἶδεν, ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ὅτι οὐ ψεύδομαι.
32ἐν Δαμασκῷ ἐθνάρχης Ἁρέτα τοῦ βασιλέως ἐφρούρει τὴν
 πόλιν Δαμασκηνῶν = WH Treg NA/NIV: || Δαμασκηνῶν πόλιν = RP
πόλιν Δαμασκηνῶν ⸃ πιάσαι
 με = WH Treg NA/NIV: || με θέλων = RP
με,
33καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ.



Copyright information for SBLG